Ἐγὼ τώρα ἐξαπλώνω ἰσχυρὰν δεξιὰν καὶ τὴν ἄτιμον σφίγγω πλεξίδα τῶν τυράννων δολιοφρόνων . . . . καίω τῆς δεισιδαιμονίας τὸ βαρὺ βάκτρον. [Ἀν. Κάλβος]


******************************************************
****************************************************************************************************************************************
****************************************************************************************************************************************

ΑΙΘΗΡ ΜΕΝ ΨΥΧΑΣ ΥΠΕΔΕΞΑΤΟ… 810 σελίδες, μεγέθους Α4.

ΑΙΘΗΡ ΜΕΝ ΨΥΧΑΣ ΥΠΕΔΕΞΑΤΟ… 810 σελίδες, μεγέθους Α4.
ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ ΓΙΑ ΠΛΗΡΟΦΟΡΙΕΣ

****************************************************************************************************************************************

TO SALUTO LA ROMANA

TO SALUTO  LA ROMANA
ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ ΓΙΑ ΜΕΡΙΚΕΣ ΠΛΗΡΟΦΟΡΙΕΣ
****************************************************************************************************************************************

ΠΕΡΑΙΤΕΡΩ ΑΠΟΔΕΙΞΙΣ ΤΗΣ ΥΠΑΡΞΕΩΣ ΤΩΝ ΓΙΓΑΝΤΩΝ

ΕΥΡΗΜΑ ΥΨΗΛΗΣ ΑΞΙΑΣ ΚΑΙ ΜΟΝΑΔΙΚΗΣ ΣΗΜΑΣΙΑΣ ΤΟΣΟΝ ΔΙΑ ΤΗΝ ΜΕΛΕΤΗΝ ΤΗΣ ΠΡΟΪΣΤΟΡΙΑΣ ΟΣΟΝ ΚΑΙ ΔΙΑ ΜΙΑΝ ΕΠΙΠΛΕΟΝ ΘΕΜΕΛΙΩΣΙΝ ΤΗΣ ΙΔΕΑΣ ΤΟΥ ΠΡΟΚΑΤΑΚΛΥΣΜΙΑΙΟΥ ΠΟΛΙΤΙΣΜΟΥ ΑΠΟΤΕΛΕΙ Η ΑΝΕΥΡΕΣΙΣ ΤΟΥ ΜΟΜΜΙΟΠΟΙΗΜΕΝΟΥ ΓΙΓΑΝΤΙΑΙΟΥ ΔΑΚΤΥΛΟΥ! ΙΔΕ:
Οι γίγαντες της Αιγύπτου – Ανήκε κάποτε το δάχτυλο αυτό σε ένα «μυθικό» γίγαντα
=============================================

.

.
κλικ στην εικόνα

.

.
κλικ στην εικόνα

.

.
κλικ στην εικόνα

19 Μαρτίου 2012

Israel's Racial Purity Laws

http://hercolano2.blogspot.com/2012/03/israels-racial-purity-laws.html

ΕΣΔΡΑΣ Β 10

 ΚΑΙ ὡς προσηύξατο ῎Εσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ ᾿Ισραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων. 2 καὶ ἀπεκρίθη Σεχενίας υἱὸς ᾿Ιεὴλ ἀπὸ υἱῶν ᾿Ηλάμ, καὶ εἶπε τῷ ῎Εσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ ᾿Ισραὴλ ἐπὶ τούτῳ. 3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω. 4 ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ρῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον. 5 καὶ ἀνέστη ῎Εσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα ᾿Ισραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο· καὶ ὤμοσαν. 6 καὶ ἀνέστη ῎Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον ᾿Ιωανὰν υἱοῦ ᾿Ελισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας. 7 καὶ παρήνεγκαν φωνὴν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς ῾Ιερουαλήμ, 8 πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας. 9 Καὶ συνήχθησαν πάντες ἄνδρες ᾿Ιούδα καὶ Βενιαμὶν εἰς ῾Ιερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ρήματος καὶ ἀπὸ τοῦ χειμῶνος. 10 καὶ ἀνέστη ῎Εσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν ᾿Ισραήλ· 11 καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων. 12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ρῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι· 13 ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ρήματι τούτῳ. 14 στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ρήματος τούτου. 15 πλὴν ᾿Ιωνάθαν υἱὸς ᾿Ασαὴλ καὶ ᾿Ιαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς. 16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν ῎Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ρῆμα. 17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
--------------------------------------------------

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου